Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.377 Joseph. AJ 15.383 (English) >>Joseph. AJ 15.387

15.380

Τότε δʼ οὖν ὀκτωκαιδεκάτου τῆς Ἡρώδου βασιλείας γεγονότος ἐνιαυτοῦ μετὰ τὰς προειρημένας πράξεις ἔργον οὐ τὸ τυχὸν ἐπεβάλετο, τὸν νεὼν τοῦ θεοῦ διʼ αὐτοῦ κατασκευάσασθαι μείζω τε τὸν περίβολον καὶ πρὸς ὕψος ἀξιοπρεπέστερον ἐγείρειν, ἡγούμενος ἁπάντων αὐτῷ τῶν πεπραγμένων περισημότερον, ὥσπερ ἦν, ἐκτελεσθήσεσθαι τοῦτο καὶ πρὸς αἰώνιον μνήμην ἀρκέσειν. 15.381οὐχ ἕτοιμον δὲ τὸ πλῆθος ἐπιστάμενος οὐδὲ ῥᾴδιον ἔσεσθαι πρὸς τὸ μέγεθος τῆς ἐπιχειρήσεως ἠξίου λόγῳ προκαταστησάμενος ἐγχειρῆσαι τῷ παντί, καὶ συγκαλέσας αὐτοὺς ἔλεγε τοιάδε· 15.382τὰ μὲν ἄλλα μοι τῶν κατὰ τὴν βασιλείαν πεπραγμένων, ἄνδρες ὁμόφυλοι, περισσὸν ὑπολαμβάνω λέγειν. καίτοι τοῦτον ἐγένετο τὸν τρόπον, ὡς ἐλάττω μὲν ἐμοὶ τὸν ἀπʼ αὐτῶν κόσμον, πλείω δὲ ὑμῖν τὴν ἀσφάλειαν φέρειν. 15.383οὔτε γὰρ ἐν τοῖς δυσχερεστάτοις ἀμελήσας τῶν εἰς τὰς ὑμετέρας χρείας διαφερόντων οὔτε ἐν τοῖς κατασκευάσμασιν ἐπιτηδεύσας ἐμαυτῷ μᾶλλον καὶ πᾶσιν ὑμῖν τὸ ἀνεπηρέαστον, οἶμαι σὺν τῇ τοῦ θεοῦ βουλήσει πρὸς εὐδαιμονίαν ὅσον οὐ πρότερον ἀγηοχέναι τὸ Ἰουδαίων ἔθνος. 15.384τὰ μὲν οὖν κατὰ μέρος ἐξεργασθέντα περὶ τὴν χώραν καὶ πόλεις ὅσας ἐν αὐτῇ καὶ τοῖς ἐπικτήτοις ἐγείραντες κόσμῳ τῷ καλλίστῳ τὸ γένος ἡμῶν ηὐξήσαμεν, περίεργά μοι δοκεῖ λέγειν εἰδόσιν. τὸ δὲ τῆς ἐπιχειρήσεως, νῦν ἐπιχειρεῖν ἐπιβάλλομαι, παντὸς εὐσεβέστατον καὶ κάλλιστον ἐφʼ ἡμῶν γενέσθαι νῦν ἐκφανῶ·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.377 Joseph. AJ 15.383 (English) >>Joseph. AJ 15.387

Powered by PhiloLogic